μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζης» (Nicand. Ther. 70) γίνεσθαι κνυζῶ ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ συγκατατίθεσθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. Σώφρων ἐν Μίμοις (fr. 9 Ahrens) κνύζομαι δὲ οὐδὲν ἰσχύων. ἁ δὲ ξύσμα ἐκ ποδῶν εἰς κεφαλὰν ἱππάζεται. καὶ ξύσιλον ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν γήρᾳ κνησμοῦ καὶ Δημόκριτος (fr. 49 Mullach) «ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν» καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις ( 481) «οὗτος πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν» ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίως τῷ δίζω διζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ «κνῦμα δακτύλων» παρὰ τῷ κωμικῷ (Eccl. 36) καὶ κνύος δὲ ἡ φθορὰ κατὰ γένος οὐδέτερον ὁμοίως τῷ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας καὶ παρὰ Ἡσιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων (fr. V Dind.) καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν. ἄλφος γὰρ χρόα πάντα κατάσχεθεν, ἐν δέ νυ χαῖται ἔρρεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ «ἐπὶ δ´ αἴγειον κνῆ τυρόν» παρ´ Ὁμήρῳ (Λ 638), ἐξ οὗ καὶ ἡ κόνις καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω τὸ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦσιν ( 771) ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ. καὶ ὥσπερ στῶ στίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ ὁ μέλλων κνίσω, ἀφ´ οὗπερ γίνεται ἡ κνῖσα δι´ ἑνός τε γραφομένη 'σ' καὶ ἔκτασιν λαβοῦσα τοῦ 'ι'. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατ´ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Γίνεται
Pending translation