Prosodia Catholica (Herodian)

Passage 1.447
← Index
1.447
No summary yet
ὑπνώσσω, λιμώσσω, νεώσσω, καρδιώσσω, ἰκτερώσσω, λεύσσω, γλαύσσω τὸ φωτίζω. τὰ δὲ ἀπ´ ὀνομάτων περισπᾶται, θάλασσα θαλασσῶ, ἐλάσσων ἐλασσῶ, ἥσσων ἡσσῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ. Τὰ εἰς 'σω' ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται, ἰσῶ, νοσῶ, μασῶ, πεσῶ, ἐξ οὗ γίνεται ὁ μέλλων πεσήσω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέσημα καὶ ὁ ἀόριστος δεύτερος ἔπεσον ὥσπερ καὶ ἐκ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον. τὸ δὲ οἴσω, οὗ τὸ προστακτικὸν «οἶσε θέειον γρηΰ» (χ 481), «οἴσετε πῦρ» (Il. Ο 718) καὶ δύσω, οὗ ὁ παρατατικὸς «ἐδύσετο» (β 388) καὶ βήσω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Τὰ εἰς 'λλω' βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματος εἴη, ψάλλω, βάλλω, θάλλω, σκάλλω, σφάλλω, στέλλω, τίλλω, ποικίλλω. τὸ δὲ κυλλῶ περισπᾶται, ὅτι κυλλός, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα. Τὰ εἰς 'λω' παραληγόμενα τῇ 'ου' διφθόγγῳ σπάνιά εἰσι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος. Τὰ εἰς 'λω' δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ε' καταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρ´ ὄνομα εἴη, κέλω, πέλω, μέλω· τὸ δὲ μελήσω ὡς ἀπὸ περισπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περισπᾶται, ὅτι ἀπὸ φωνήεντος ἤρξατο.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.