Prosodia Catholica (Herodian)

Passage 1.45
← Index
1.45
Lexical list and discussion of Greek nouns ending in -υξ/-υγξ: spelling variants (with or without γ), accentuation (oxytone vs proparoxytone), gender differences, compounds, and place/ethnic names.
τὴν λέξιν, Δίδυμος δέ φησιν τοὺς ἀσθενεῖς σπινθῆρας δηλοῦν τὴν λέξιν· ἔστι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατ´ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βασιλεὺς Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶς τοῦ 'γ' ἡ εὐθεῖα καὶ ἡ γενικὴ δι´ ἑνὸς 'γ' «φάρυγος δ´ ἐξέσσυτο οἶνος» (Od. ι 373). μαρτυρεῖ δὲ τῇ δι´ ἑνὸς 'γ' γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον· ἔστι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρσενικῶς μὲν παρὰ Δωριεῦσι, θηλυκῶς δὲ παρὰ Ἀθηναίοις λέγεται. στόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, στόρθυγξ· σημαίνει δὲ πᾶν εἰς ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔστι δὲ ἔθνος, Ἰᾶζυξ ἔθνος Εὐρωπαῖον, σπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικός, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνος καὶ λαμπηδόνος καὶ ὄφεως· ὡσαύτως δὲ καὶ τὰ σύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυπτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεσόνυξ εἷς τῶν πλανήτων παρὰ τοῖς Πυθαγορείοις· μέμνηται Στησίχορος. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόσφυξ, ἄζυξ, δίζυξ, σύζυξ, ὁμόζυξ. —Τὸ δὲ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι· οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ Β ῥαψῳδίᾳ (v. 316) «πτερύγος λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουσιν τὸ πτέρυγος ὡς ὄρτυγος. Τὰ εἰς 'ηξ' μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔστι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέως γυνή, σκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ (c. 38, 4) «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ (c. 193). «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 25 (23.1%) word LCS 5 (31.2%)
Show overlap highlight
…ρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ (c. 193). «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης.
Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.