Τὰ εἰς 'νω' δισύλλαβα παραληγόμενα τῇ 'ει' διφθόγγῳ βαρύνεται, εἰ μὴ παρ´ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα. Τὰ εἰς 'νω' δισύλλαβα παραληγόμενα 'ι' ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, σίνω, γίνω. δινῶ δινεῖς, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖς, ὅτι ῥίνη. τούτοις ὅμοιον καὶ τὸ κινῶ Τὰ εἰς 'νω' παραληγόμενα 'υ' μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, ἀμύνω, εὐθύνω, βραδύνω, «ἀμορφύνειν ἐθέλωσιν» ὁ Ἀντίμαχος ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτός, ἔνθεν ἀπαρέμφατον ἀκαχυνέμεν. σεσημείωται τὸ βυνῶ περισπώμενον καὶ παρ´ Ἡσιόδῳ τὸ «ἐθύνεον» (Scut. 210) ὡς ἐνόεον ἢ πλεονασμῷ τοῦ 'ε' ἢ μεταβολῇ τῆς 'δι' εἰς 'θυ'. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ 'υ' βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουσι καὶ ἐκτείνουσι «ἐτόρυνε» γάρ (Arist. Eqq. 1172). Τὰ διὰ τοῦ 'αινω' βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρ´ ὄνομα γεγόνασι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, σαίνω, χραίνω, αἵνω τὸ δασυνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς. Φερεκράτης «αἵνειν, πτίσσειν». μιαίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος ὥσπερ καὶ τὸ κελαινῶ τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα. Τὰ εἰς 'νω' παραληγόμενα διφθόγγῳ, μὴ τῇ 'αι' ἢ 'ει', περισπᾶται, ἐρευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶς τοῦ ἐλαύνω. Τὰ εἰς 'νω' ὑπερδισύλλαβα παραληγόμενα τῇ 'ει' διφθόγγῳ ἢ μακρῷ
Pending translation