τῷ 'ι' βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός. Τὰ εἰς 'νω' μετ´ ἐπιπλοκῆς συμφώνου περισπᾶται, ὑπνῶ, πυκνῶ, ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, σκιδνῶ, ἰδνῶ. σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ 'ν' τὸ 'μ' βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο. Τὰ διὰ τοῦ 'ανω' ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος· αὐτὴ δὲ ἡ διὰ τοῦ 'ανω' παραγωγὴ οὐκ ἔχει κατ´ ἀρχὴν τὸ 'ι' ἐκτεταμένον διὰ τὸ ἴσχω ἰχανῶ ἢ τὴν 'ει' δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἰδῶ οἰδάνω «οἰδάνει ἐν στήθεσσι νόον» (Il. Ι 554), ᾧ ὅμοιον καὶ τὸ κυδάνω (Ξ 73) καὶ τὸ μελάνω (Η 64). ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. περισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα γαγγανῶ τὸ ταράσσω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο, κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέλανος μελανῶ. Τὰ εἰς 'ρω' παραληγόμενα φωνήεντα 'α' ἢ 'η' ἢ 'ω' περισπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι. Τὰ εἰς 'ρω' παραληγόμενα τῷ 'ε' καὶ βαρύνεται καὶ περισπᾶται. καὶ περισπᾶται μέν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ 'ε', κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, στερῶ. μὴ οὕτως δὲ ἔχοντα βαρύνεται, δέρω, φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον.
Pending translation