Prosodia Catholica (Herodian)

Passage 1.452
← Index
1.452
Greek verbs in -ρω accentuation and contraction
Τὰ εἰς 'ρω' μὴ ὄντος πρὸ τοῦ 'ρ' συμφώνου, εἰ παραλήγοιτο τῷ 'ο' μόνῳ ἢ μεθ´ ἑτέρου φωνήεντος, περισπᾶται, ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱστορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω «ὅτε τ´ ὤρετο» (Il. Μ 279) «ὦρτο πολὺ πρῶτος μὲν» (Il. Η 162) «ὄρθαι» (Θ 474) βαρύτονόν ἐστιν. Τὰ διὰ τοῦ 'αιρω' βαρύνεται, χωρὶς εἰ μὴ παρ´ ὄνομα εἴη, μαρμαίρω, καρκαίρω, σπαίρω καὶ ἀσπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπ´ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, συναιρῶ περισπῶνται. τὸ δὲ σφαιρῶ ἔχει τὸ σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος. Τὰ διὰ τοῦ 'ειρω' βαρύνεται, εἰ μὴ παρ´ ὄνομα εἴη, μείρω τὸ μερίζω, τείρω, φθείρω, εἴρω, σπείρω, κείρω, πείρω «παννυχίη μέν ῥ´ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον» (Od. β 434), δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθους τι διαπράττομαι, ἀείρω, ἀγείρω. τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ. Τὰ διὰ τοῦ 'υρω' ἐκτεταμένον τὸ 'υ' ἔχοντα βαρύνεται, σύρω, πτύρω, φύρω καὶ φυρῶ περισπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορφύρω. τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ 'υ' περισπᾶται, μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ 'υ' ἐκτέταται. Τὰ εἰς 'ρω' παραληγόμενα διφθόγγω τῇ διὰ τοῦ 'υ' περισπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ. Τὰ εἰς 'ρω' ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμφαίνοι, περισπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ συγκοπὴν τοῦ ἐγείρω. * Οὐδὲν ῥῆμα λῆγον εἰς 'ρ' δισύλλαβον κατὰ τὴν τῶν ποιητῶν
Verbs in -ρω, when there is no consonant before the ρ, if they have the penult with ο alone or with another vowel, take the circumflex: ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱστορῶ, ἐπικουρῶ, ἀμοιρῶ. But ὄρω—“ὅτε τ´ ὤρετο” (Il. Μ 279), “ὦρτο πολὺ πρῶτος μὲν” (Il. Η 162), “ὄρθαι” (Θ 474)—is barytone. Forms in -αιρω are barytone, unless they are derived from a noun: μαρμαίρω, καρκαίρω, σπαίρω and ἀσπαίρω, χαίρω, αἴρω ‘I lift’, from which ἐπαίρω; but αἰρῶ and its derivatives ἀναιρῶ, διαιρῶ, καθαιρῶ, συναιρῶ take the circumflex. And σφαιρῶ has σφαῖρα, and ἑταιρῶ has ἑταῖρος. Forms in -ειρω are barytone, unless they are derived from a noun: μείρω ‘I divide’, τείρω, φθείρω, εἴρω, σπείρω, κείρω, πείρω—“παννυχίη μέν ῥ´ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον” (Od. β 434)—δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω ‘I do something from habit’, ἀείρω, ἀγείρω. But πειρῶ, because of πεῖρα, and χειρῶ, because of χείρ. Forms in -υρω with υ lengthened are barytone: σύρω, πτύρω, φύρω (and φυρῶ with circumflex), μορμύρω, πλημμύρω, ὀδύρω, from which ὀδύρομαι, ὀλοφύρω, from which ὀλοφύρομαι, πορφύρω. But those with υ shortened take the circumflex: μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ ‘I happen’; yet in κύρω the υ is lengthened. Verbs in -ρω with the penult a diphthong in υ take the circumflex: ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ. Verbs in -ρω with a consonant cluster, whenever they do not indicate syncope, take the circumflex: μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, from which λυτροῦμαι. But ἔγρω is by syncope from ἐγείρω. No disyllabic verb ending in ρ, according to the usage of the poets…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.