Prosodia Catholica (Herodian)

Passage 1.454
← Index
1.454
No summary yet
τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεονασμῷ τοῦ 'ι' καὶ συγκοπῇ τοῦ 'ο' κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περισπῶνται, ποιῶ, νοῶ, τελῶ. σεσημείωται τὸ ἐῶ περισπώμενον. τὸ δὲ θεῶ, ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν. Τὰ εἰς 'ω' καθαρὸν παραληγόμενα τῇ 'ει' διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, σείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ συγκοπὴν κεῖμαι, βρωσείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥιγείω, θαλπείω, γαμησείω. τὸ μέντοι μειῶ ἔχει μεῖος καὶ τὸ τελειῶ τὸ τέλειος καὶ τὸ ἀρειῶ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷς τὸ ἀπειλῶ ὡς παρ´ Ἱππώνακτι «ἀρειᾷς σύκινόν με ποιῆσαι» fr. 70 Bergk) τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖος, τὸ οἰκειῶ τὸ οἰκεῖος καὶ τὸ ἀνδρειῶ τὸ ἀνδρεῖος. * Οὐδὲν εἰς 'ω' λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ 'η' παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήεις «δήεις τόνγε σύεσσι παρήμενον» (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω καὶ παρ´ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀδικήω «Ψάπφ´, ἀδικήει» (Sapph. fr. I 20), ποθήω «καὶ ποθήω καὶ μάομαι» τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον. Τὰ εἰς 'ω' καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα 'ι' βραχεῖ περισπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.