καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατ´ ἐπέκτασιν τοῦ 'ι' γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐσθίω καὶ αὐτὸ ἐπέκτασιν τοῦ 'ι' λαβὸν καὶ ἀΐω καὶ ἀτίω σύνθετον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ «δείδιε» (Σ 34, Ω 358) οὐχ, ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλασιασμοῦ «πολλὴ δ´ ἀνεκήκιεν ἅλμη». τὸ δὲ μαστίω κατ´ ἔλλειψιν τοῦ 'ζ' ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ 'ι', ὡς καὶ τὸ δίω «τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον» (Il. Χ 251) καὶ τὸ «κνώδαλον ὅτι δίοιτο» (Od. ρ 317) καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρ´ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν» (Il. Σ 584), ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖς βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω. Τὰ εἰς 'ω' καθαρὸν ἔχοντα 'ι' ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφ´ οὗ ὁ μέλλων πίσω, ἀφ´ οὗ πιπίσκω, ἵω ὃ καὶ περισπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐσθίω, δηρίω καὶ δηριῶ περισπώμενον «δὴ τότε δηριόωντο Ποσειδάων καὶ Ἀπόλλων», μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφορεῖται
Pending translation