τὸ προστακτικὸν «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» (Ω 704) καὶ πάλιν «ἀλλ´ ὄψεσθε ἵνα τώγε καθεύδετον» (Od. θ 313) ἀντὶ τοῦ ἴδετε, κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Οἱ εἰς 'ω' μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωσι πρὸ τοῦ 'ω' τὸ 'ξ' ἢ τὸ 'ψ' ἢ τὸ 'σ', βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήσω, νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ 'ω', περισπᾶται, σπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόσκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ. Τὰ εἰς 'ω' λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς, νικῶ ἐγώ, νικῶ σύ, κρεμῶ ἐγώ, κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς 'τω' εἴτε εἰς 'θω' βαρύνεται, λεγέτω, ποιείτω, τυπτέσθω, λεγέσθω. Τὰ εἰς 'ω' τρίτα πρόσωπα τῶν εὐκτικῶν περισπῶνται μετὰ τοῦ προσγεγραμμένου 'ι' βοάοι βοῷ, τρυπάοι τρυπῷ. Τὰ εἰς 'ω' ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα περισπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν στῶ, ἐὰν σχῶ. καὶ ἐξ ἀνάγκης δὲ περισπῶνται. βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσι· οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλ´ ἢ ὀξύνεται οἷον τίς, τί, πούς, Ζεύς, Φρύξ, Κρής, νύξ ἢ περισπᾶται οἷον βοῦς νοῦς ῥοῦς. ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον τύπτω, γράφω, βοῶ, χρυσῶ, ποιῶ χωρὶς τῶν σεσημειωμένων. λοιπὸν οὖν ἐξ ἀνάγκης περισπῶνται, ἐὰν ὦ ἐὰν σχῶ καὶ ἐὰν σπῶ, συντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται οἷον ἐὰν κατάσχω ἐὰν παράσχω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάσσει, οἷον ἐὰν συνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ 'ε' καὶ 'ω' εἰς 'ω'. Τὰ δὲ εἰς 'ω' ὑπὲρ μίαν συλλαβὴν ὑποτακτικὰ βαρύνεται καὶ περισπᾶται. καὶ περισπῶνται μέν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς 'εις' μετ´ ὀξείας τάσεως καὶ διὰ τοῦ 'ντ' κλινομένην, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων,
Pending translation