Prosodia Catholica (Herodian)

Passage 1.459
← Index
1.459
No summary yet
* Τὰ τρίτα πληθυντικὰ ἐνεστῶτος χρόνου ἢ μέλλοντος εἰς 'ι' λήγοντα θέλει ὁμοτονεῖν ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν, ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσι, λέξομεν λέξετε λέξουσι καὶ τοῖς λέξουσι, διδοῦσιν ἐκεῖνοι καὶ τοῖς διδοῦσιν, ζευγνῦσιν ἐκεῖνοι καὶ τοῖς ζευγνῦσιν. ἀντιπίπτει μόνον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. τὸ δὲ αἴτιόν ἐστιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ´ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν τόνον, φημί, εἰμί, ἐστί. * Τὰ εἰς 'σι' παραληγόμενα τῷ 'α' προπερισπᾶται, πιμπρᾶσι, κιχρᾶσι, ἱστᾶσι· καὶ ζητοῦσί τινες, τίνος χάριν οὐ περισπᾶται «καί τ´ ἀγεληδὸν ἴασι» (Π 160) καὶ λέγομεν, ὅτι τὰ προπερισπώμενα ἰσοσυλλαβεῖ τοῖς πρώτοις, ἱστᾶσι ἵσταμεν, κιχρᾶσι κίχραμεν, τὰ δὲ πλεονάζοντα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόασι, τίθεμεν τιθέασιν, ἐν οἷς οὖν τὸ ἴασι πλεονοσυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοις καὶ προπαροξυνθήσεται. ἔστι καὶ οὕτως εἰπεῖν περὶ τοῦ ἴασιν· πᾶν πληθυντικὸν εἰς 'μεν' λῆγον, ὅτε ἐστὶ ἀπὸ τῶν εἰς 'μι', μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰς 'ασι' προπαροξυνόμενον, τίθεμεν τιθέασι, δίδομεν διδόασι, ἵεμεν ἱέασι, ἔμεν ἔασι, ζεύγνυμεν ζευγνύασιν· εἰ οὖν ἐστιν ἴμεν, σαφὲς ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴασι προπαροξυτονηθήσεται. ἔστι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ 'ι'. Τὰ εἰς 'μι' εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυσοῖμι, βοῷμι. Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰς 'μι' εὐκτικῶν ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τύπτοιμι τύπτοις, τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ. Πᾶς παρῳχημένος ὁριστικὸς εἰς 'α' λῆγον ὑπερδισύλλαβος ἁπλοῦς προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενος. ὁμοίως καὶ ὁ ἀόριστος ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα, καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ 'α' μακρόν. Τὰ εἰς 'θα' ἐν δευτέραις προσώποις ὑπερδισύλλαβα προπαροξύνεται,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.