ὁ δὲ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα. Τὰ εἰς 'ηξ' σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βουπλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰστροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μολυβδοτήξ, ὅ τινες βαρύνουσι παραλόγως. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡς τὸ χαμαισκώληξ, λεοντομύρμηξ. Τὰ εἰς 'ωξ' ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλακοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμορρώξ· τὸ δὲ θηροδίωξ, αἰγοδίωξ βαρύνεται ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει. * Μόνον εἰς 'αιξ' δισύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰς 'αιξ' λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους εἰσὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦσι θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ εἰσιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ συνεπιλείπεται καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» (Γ 351) λείπεται διπλοῦ τοῦ κατ´ ἀναλογίαν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους, ἀναδέχεται τὴν εἰς 'αιξ' κατάληξιν οἷον «ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος» παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Nauck). βαρύνεται δέ. {1Περὶ τῶν ληγόντων εἰς 'ρ'.}1 Τὰ εἰς 'αρ' ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ βαρύνεται, μάκαρ, δάμαρ, Ἄραρ τις λέγεται ποταμός, ὡς παρ´ Ἐρατοσθένει, καὶ ἐπίγραμμα ἔχον οὕτως
Pending translation