Prosodia Catholica (Herodian)

Passage 1.460
← Index
1.460
No summary yet
λάβῃσθα, ἔφησθα, οἴδησθα, λέγῃσθα, βάλῃσθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται, φῆσθα ἐπὶ δευτέρου ἀορίστου καὶ φῇσθα σὺν τῷ 'ι' ἐπὶ τοῦ ἐνεστῶτος, ἦσθα, οἶσθα. Καὶ τὰ εἰς 'θα' πρῶτα πρόσωπα προπαροξύνονται, τυπτόμεθα, νικώμεθα, χρυσούμεθα. Πᾶν ῥῆμα εἰς 'ν' μακροκατάληκτον ὑπὲρ μίαν συλλαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγράφειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν περισπᾶται. Πᾶν πρόσωπον ὁριστικὸν εἰς 'ον' εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεσταλμένης τῆς Δωρίδος διαλέκτου, οἱ γὰρ Δωριεῖς τὸ ἐλέγον ἐκεῖνοι παροξύνουσι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περισπᾶται ὡς δισύλλαβον. τὰ γὰρ δισύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς κανόνας. μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπερισπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείας δὲ τῆς παραληγούσης, παροξύνονται, ἴδον, ἔσχον. Τὰ εἰς 'ον' προστακτικὰ τοῦ πρώτου ἀορίστου ὑπερδισύλλαβα προπαροξύνονται, ἄκουσον, νόησον, φίλησον· δισύλλαβα δὲ ὄντα παροξύνονται ἢ προπερισπῶνται κατὰ τοὺς κανόνας, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε». ἔστι δὲ δηλονότι ἀορίστου τοῦ εἶπα προστακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρακουσίων ἔθει, ὠξύνετο ἂν ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. οἱ γὰρ Συρακούσιοι μεταποιοῦντες εἰς 'ον' τὰ προστακτικὰ τοῦ βʹ ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον. Πᾶν δεύτερον πρόσωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν συλλαβὴν λήγοντος ἢ εἰς 'ν' ἢ εἰς 'α' ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγης, ἐδάρην
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.