Prosodia Catholica (Herodian)

Passage 1.462
← Index
1.462
No summary yet
Ζήτησιν δὲ ἔχουσι τὰ τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς 'μι', πότε προπαροξύνονται καὶ πότε προπερισπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργητικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωσι τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι (τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει), ἐπίσταμαι ἐὰν ἐπίστωμαι, κρέμαμαι ἐὰν κρέμωμαι. Τὰ δεύτερα τῶν εἰς 'μην' παρῳχημένων βαρύνεται, ὁπότε βραχυκαταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ δύο συλλαβὰς ὑπάρχον, ἐτίθεσο, ἐδίδοσο, ἐπεποίησο, ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήσω, ἐγένου, ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέγου, ἐκρεμάμην ἐκρέμω. εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περισπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ. Τῶν εἰς 'μην' εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς 'ο' καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλλαβα, σχοίμην σχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς 'μι' λήγουσι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίως δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς 'μι' ὁριστικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰς 'ην' καθαρόν, προπερισπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήσει οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πεποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς 'ο' λήγοντα προπαροξύνονται, τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ μεμνεῴμην μεμνέῳο.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.