Prosodia Catholica (Herodian)

Passage 1.463
← Index
1.463
No summary yet
Τὰ εἰς 'το' τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰκείοις δευτέροις. νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο, μεμνῇο μεμνῇτο ὡς παρ´ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου», μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείας πρώτῳ ( 6, 3) «ἀλλ´ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». μεμνέῳο μεμνέῳτο, «ὡς μεμνέῳτο δρόμου» (Ψ 361) Τὰ εἰς 'το' τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερισπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περισπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧσο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ τοῦ 'σ' ἧστο προπερισπῶνται. Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτούμενον περισπᾶται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, σπές, σχές, ἕς, ἀφ´ οὗ τὸ ἄφες, δός, φρές τὸ φέρε. Τὰ εἰς 'θι' προστακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, στῆθι, ἴσθι τὸ γίνωσκε. τὸ φαθί ὀξύτονον σεσημείωται. τοῦτο δὲ ὀξύνουσιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰς 'μι' τροπῇ τοῦ 'μ' εἰς 'θ' συστέλλον τὴν παραλήγουσαν εἰς τὴν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προστακτικὸν ποιεῖ, τίθημι τίθετι, ἵστημι ἵσταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ συγκατατίθεμαι τοῖς ὀξυτονοῦσι, οὐδὲν γὰρ προστακτικὸν εἰς 'θι' λῆγον ὀξύνεται. παραλόγως δὲ ὀξύνεσθαι ἐπεκράτησεν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.