Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵστην ἵστης ἵστη καὶ ἵστη, ἐκρήμνην ἐκρήμνης ἐκρήμνη καὶ κρήμνη, ὡς παρ´ Εὐριπίδῃ «κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος»· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς περισπᾶται. οὐ πάντῃ δὲ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου περισπῶνται, εὑρίσκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουσιν. ἔστι δὲ ἀπολογεῖσθαι περὶ αὐτῶν κατὰ δύο τρόπους. τὰ γὰρ ἀπαρέμφατα τοῦ βʹ ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φαγέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτήθησαν καὶ ὠξυτονήθησαν. ἄλλως τε δὲ ὁ βʹ ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξε καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυτονήθησαν. * Τὰ εἰς 'τε' προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς
Pending translation