τὸ ἐγρήγορθαι οἷον «ἐγρήγορθαι ἄνωχθι» (Κ 67), ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσί. τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς. —πρόσκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι. * Ὅσα εἰς 'θαι' λήγει ἀπαρέμφατα μὴ κατ´ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, περισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον 'α' ἐν τῷ εὐχετάασθαι, πάντως μὲν περισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην· οὕτως οὖν πάντα ταῦτα ἀναγνωστέον, δεδάασθαι (Od. π 316), μηχανάασθαι (Od. γ 213), αἰτιάασθαι (Il. Κ 210), ἑδριάασθαι (Od. γ 35), μνάασθαι (Od. α 39). {1ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΕΤΩΝ ΡΗΜΑΤΩΝ ΚΑΙ ΕΤΙ ΠΕΡΙ ΜΕΤΟΧΩΝ. ΒΙΒΛΙΟΝ ιζ.}1 Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον προπαροξύνεται, φημί σύμφημι, ἔστι σύνεστι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον παροξύνεται δός ἀπόδος, θές ἐπίθες, ἕς πρόες σημαῖνον τὸ ἄφες, σχές ἐπίσχες, σπές ἐνίσπες «σὺ δ´ ἀληθὲς ἐνίσπες» (Od. γ 247), τὸ δὲ «ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες» (Ω 388) ἐστιν ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἀρχὴν συστείλαντος. τὸ μέντοι ἄνευ τοῦ 'σ'
Pending translation