Prosodia Catholica (Herodian)

Passage 1.468
← Index
1.468
No summary yet
προστακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε» (Od. δ 642)—χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο. Τὰ εἰς 'ω' μονοσύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰς 'ς' ὀξύτονον ἐπὶ ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῶ περισμῶ, δρῶ συνδρῶ, κλῶ συγκλῶ, ὦ συνῶ, παρῶ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω, σπῶ ἐπίσπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάσσει τὸν αὐτὸν τόνον ὡς ἔχοντα τὴν μετοχὴν εἰς 'ς' ὀξύτονον. πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ 'α' στερητικοῦ μορίου καὶ τοῦ ζῶ. * Τὰ εἰς 'ου' μονοσύλλαβα προστακτικά, ἡνίκα μὲν συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, σχοῦ ἀνάσχου. Πᾶν ῥῆμα ὁριστικὸν εἰς 'ω' ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων συνετέθησαν. Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ συνθέσει, εἶχον κατεῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗδον «εὗδ´ ἀνακλινθείς» (Od. δ 794) καθεῦδον «ἔνθα καθεῦδ´ ἀναβάς» (Α 611), ἧστο καθῆστο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ (π 42) τῷ δ´ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, εἶκον ὑπόεικον «νεῶν δ´ ὑπόεικον ἀνάγκῃ (Π 305). τὸ δὲ οἶδα σύνοιδα Αἰολικόν. χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τόνους ὥσπερ ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενα διὰ τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.