χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόσκειται ἀπὸ φύσει μακρᾶς διὰ τὸ ἷζε ἔφιζε »Νέστωρ δ´ αὐτὸς ἔφιζε« (Od. γ 411). ἷεν ξύνιεν »καὶ μέν μευ βουλέων ξύνιεν« (Α 273) ὡς »αὐτὰρ ἐπεὶ κόσμηθεν« (Il. Γ 1). εἶχε κάτεχε »νὺξ δὲ μάλα στυγερὴ κάτεχ´ οὐρανόν« (Od. ν 269). πρόσκειται »ὁριστικός« διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧσο κάθησο »ἀλλ´ ἀκέουσα κάθησο« (Α 565) * Πᾶν ὑποτακτικὸν εἰς 'μαι' λῆγον ἐπὶ δευτέρου μέσου ἀορίστου ἐν τῇ συνθέσει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι »δεῦτε τέκνον καὶ διάθωμαι«, σχῶμαι ἀπόσχωμαι »ἀπόσχωνται πολλοί«. * Τὰ εἰς 'μι' εὐκτικὰ ἀπὸ μονοσυλλάβων ῥημάτων ἐπὶ ἐνεστῶτος τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῷμι σμῷς σμῷ περισμῷμι περισμῷς περισμῷ, δρῷμι δρῷς δρῷ συνδρῷμι συνδρῷς συνδρῷ. πρόσκειται »ἐπὶ ἐνεστῶτος« διὰ τὸ σχοῖμι σχοῖς σχοῖ ἐπίσχοιμι ἐπίσχοις ἐπίσχοι. τὸ δὲ »ἐπίσχοιες« (Ξ 241) ἀπὸ τοῦ ἐπίσχοις πλεονασμός ἐστι τοῦ 'ε' ἢ συστολὴ τοῦ ἐπισχοίης. * Τὰ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε, ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. * Πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴσχειν ἐπίσχειν, σχεῖν ἐπισχεῖν, πτέσθαι ἐπιπτέσθαι, σχέσθαι ἀποσχέσθαι »τότ´ ἂν οὔτοι ἀποσχέσθαι« (Od. ι 211), ἧσθαι καθῆσθαι, κεῖσθαι κατακεῖσθαι. Οὐδεμία μετοχὴ περισπᾶται, εἰ μὴ ἐκ συναιρέσεως εἴη. αὗται δὲ ἢ εἰς 'ων' λήγουσαι, ἀρσενικαὶ οὖσαι ἢ οὐδέτεραι, ἢ εἰς 'ουν' μόνως οὐδέτερον
Pending translation