Prosodia Catholica (Herodian)

Passage 1.47
← Index
1.47
Aeolic s to r shift
μισγόμεθ´ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Ἰνσόβαρ ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος, οὓς καὶ Ἴνσοβρας φησίν. Τὰ εἰς 'υρ' βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυς κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ 'ς' εἰς 'ρ' μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· οὕτως οὖν καὶ μάρτυς μάρτυρ, ἀφ´ ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας οἷον «Ζεὺς δ´ ἄμμ´ ἐπιμάρτυρος ἔστω» (Η 76). ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· τὸ γὰρ Ἴλλυρες καὶ Κέρκυρες καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει οὐ κλίσεως ἐστὶν ἀπὸ εὐθείας τῆς Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. Τὰ εἰς 'ηρ' ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς 'ηρ' τοῦ 'τ' προηγουμένου τοῦ 'η', στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ
We are mingled with one another, as the Ἄραρος with the Ῥοδανός. Ἰνσόβαρ, a Celtic tribe by the Πάδος. Polybius says, whom he also calls Ἴνσοβρας. Words ending in -υρ are barytone, e.g. μάρτυρ. It comes from μάρτυς according to the dialect of the Aeolians; for they change -ς to -ρ, saying οὗτορ for οὗτος and ἵππορ for ἵππος; thus also μάρτυς becomes μάρτυρ, from which there results the plural οἱ μάρτυρες among both the comic poets and Hipponax. But μάρτυροι is from the nominative ὁ μάρτυρος, as in “Ζεὺς δ´ ἄμμ´ ἐπιμάρτυρος ἔστω” (Η 76). ψίθυρ. These alone have been stated; for Ἴλλυρες and Κέρκυρες and Ἄσσυρες in Eratosthenes are not a declension from nominatives Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, but in the same case have been remodeled from Ἰλλυριοί and Κερκυραῖοι and Ἀσσύριοι, just as θεράποντες are found called θέραπες and πολύποδες (called) πώλυπες. Likewise too is Λίγυρες, a tribe neighboring the Tyrrhenians. Artemidorus: from the river Λιγύρος; and Φίλυρες, a tribe by the Pontus, from Φιλύρα, the mother of Cronus. Words ending in -ηρ are oxytone and barytone; and they are oxytone when they are simple masculine forms. The discussion concerns those in -ηρ with τ preceding η: στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, and Ζωστήρ, the isthmus of Attica, where they say that Leto loosened her girdle and, letting it down into the lake, bathed. There the Ἁλαεῖς sacrifice to Leto and Artemis and Apollo Ζωστηρίος. ἐξαυστήρ. Ἐξαύτηρ is a proper name, like ἀμάτηρ and ἄντηρ and Ἄστηρ as a proper name. But φράτηρ the Attic speakers make barytone, while the Dorians make it oxytone. And φράτερες …

Gadget

A small interactive toy based on this passage (experimental).

Overlaps (Stephanos, Meineke)

char LCS 134 (67.0%) word LCS 26 (70.3%)
Show overlap highlight
… ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς 'ηρ' τοῦ 'τ' προηγουμένου τοῦ 'η', στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ
Ζωστήρ, τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην [καὶ] καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.
char LCS 50 (84.7%) word LCS 10 (90.9%)
Show overlap highlight
μισγόμεθ´ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Ἰνσόβαρ ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος, οὓς καὶ Ἴνσοβρας φησίν. Τὰ εἰς 'υρ' βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυς κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ 'ς' εἰς 'ρ' μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ…
Ἰνσόβαρες, ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος. οὓς καὶ Ἴνσοβρας φησίν.
char LCS 49 (39.5%) word LCS 10 (40.0%)
Show overlap highlight
…εράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. Τὰ εἰς 'ηρ' ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς 'ηρ' τοῦ 'τ' προηγουμένου τοῦ 'η', στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετ…
Φίλυρες, ἔθνος πρὸς τῷ Πόντῳ, ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. τὸ θηλυκὸν Φιλυρίς καὶ Φιλυρηίς πλεονασμῷ τοῦ « η ». δύναται καὶ ἀπὸ τοῦ Φιλύρη Φιλυρίτης εἶναι.
char LCS 44 (55.7%) word LCS 6 (46.2%)
Show overlap highlight
…ὐτὴν πτῶσιν μεταπέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. Τὰ εἰς 'ηρ' ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ…
Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. ἀπὸ Λιγύρου ποταμοῦ.