Prosodia Catholica (Herodian)

Passage 1.471
← Index
1.471
No summary yet
ἀπὸ τοῦ ἴσημι. αἱ δὲ τοῦ δευτέρου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς 'μι' πᾶσαι ὀξύνονται, στάς, φθάς, ἱστάς, κιχράς. Αἱ δὲ εἰς 'εις' καὶ εἰς 'ους' καὶ εἰς 'ως' καὶ εἰς 'υς' πᾶσαι ὀξύνονται, τυφθείς, δαρείς, τυπείς, τιθείς, διδούς, βιούς, πεποιηκώς, τετυφώς, τετυπώς, ἑστώς, βεβώς, πηγνύς, ὀλλύς, ὀμνύς. Αἱ δὲ εἰς 'μενος' πᾶσαι προπαροξύνονται χωρὶς τῶν τοῦ παρακειμένου, τυπτόμενος, γραφόμενος, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενος· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τετυμμένος, πεποιημένος, πεφιλημένος, πεπταμένος, χωρὶς εἰ μὴ πάθωσι· τότε γὰρ ἀναβιβάζουσι καὶ αὗται τὸν τόνον μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς ὡς ὦρκα ὦρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ βεβλημένος βλήμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος, εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται. πρόσκειται »μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς« διὰ τὸ ἀκαχῶ ἀκαχήσω ἠκάχημαι ἠκαχημένος ἀκαχημένος. τὸ γὰρ οὐτάμενος καὶ ἐληλάμενος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.