Prosodia Catholica (Herodian)

Passage 1.472
← Index
1.472
No summary yet
οὐ κατὰ πάθος γίνονται προπαροξυτόνως ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλ´ ἀπὸ τῶν εἰς 'μι' εἰσίν, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος. Αἱ εἰς 'η' λήγουσαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμμένη. Αἱ εἰς 'α' θηλυκαὶ προπαροξύνονται ἢ προπερισπῶνται. καὶ προπερισπῶνται μέν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων, νοῶν νοοῦσα, εὐφρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δέ, ὅσαι ἀπὸ βαρυτόνων εἰσὶν ἀρσενικῶν, λέγων λέγουσα, τύψων τύψουσα, ποιήσας ποιήσασα. Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας τὸ ποιῆσαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον, λέγων καταλέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, σπών μετασπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαί, ἀλλ´ ὀνόματα γίνονται, τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών καὶ ἀέκων. καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.