ὧν πρώτη ἐστὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ´ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος ὡς ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθος τουτέστι κατὰ ἀποβολὴν τοῦ 'ι', καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίως ταῖς ἄλλαις μετοχαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, ἀλλ´ ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου, ἀλλ´ ἐνεστῶτος καὶ παρατατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις. Ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. —ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάσασα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔστιν εἰπεῖν, ὅτι λέξις ἐκ τῆς 'α' στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν 'α' στέρησιν, ἀλλὰ τὴν 'α' ἐπίτασιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. {1ΠΕΡΙ ΤΟΝΟΥ ΑΡΘΡΩΝ ΑΝΤΩΝΥΜΙΩΝ ΚΑΙ ΠΡΟΘΕΣΕΩΝ. ΒΙΒΛΙΟΝ ιηʹ. Περὶ ἄρθρων.}1 Πᾶν ἄρθρον ὀξύνεται, χωρὶς τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περισπῶνται, τοῦ τῷ, τῆς τῇ, τοῖν ταῖν, τῶν, τοῖς ταῖς. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ 'τ' γινόμενα, περισπῶνται. ὁμοίως καὶ τὸ κλητικὸν ὦ ἄρθρον μὲν οὐκ ἔστιν, ἀλλ´ ἐπίρρημα, περισπᾶται δὲ ὅμως καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δασυνομένων
Pending translation