»ᾧ ἐχαρισάμην«. τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούς, οὕς, ἥ, ἥν, τήν, τά, ἅ. {1Περὶ ἀντωνυμίας.}1 Πᾶσα πρωτότυπος ἀντωνυμία ἑνικὴ ἀπαθής, ὑπεσταλμένων τῶν καλουμένων μονοπροσώπων, ὀξύνεσθαι θέλει κατὰ πᾶσαν πτῶσιν ἐν τοῖς τρισὶ προσώποις, πλὴν τῆς εἰς 'ου' γενικῆς, ἐγώ, σύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρ´ Ἀθηναίοις ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ σύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε δισυλλάβως εἴτε μονοσυλλάβως προφερόμεναι, μέ ἐμέ σέ ἕ, μοί ἐμοί σοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περισπωμένην, ὀφείλουσα καὶ αὐτὴ ὀξύνεσθαι. τὰ γὰρ ἀπὸ τοῦ 'σ' ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ 'σ' ἀπὸ δευτέρων γινόμενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ σοῦ οὗ περισπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ 'υ' δίφθογγος ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τῆς οὔ ἀποφάσεως καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού σχετλιαστικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖσαι ἢ πλεονάσασαι τῷ 'ι' ἢ κατὰ φωνὴν παραχθεῖσαι εἰς 'θεν' πρὸ μιᾶς ἔχουσι τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ συνῃρημένη παρ´ Ἴωσι
Pending translation