περισπᾶται »ἐμεῦ δ´ ἕλετο μέγαν ὅρκον« (Od. δ 746). ὁμοίως τοῦ δευτέρου καὶ τοῦ τρίτου, σέο σεῖο σεῦ σέθεν, ἕο εἷο εὗ ἕθεν. Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προσώπου κοιναὶ καὶ ἀπαθεῖς βαρύνονται, νῶϊ, σφῶϊ. καὶ αἰτιατικῇ ταύτας κατὰ ἀποβολὴν τοῦ 'ι' μονοσυλλάβως Ἀθηναῖοι προφέρουσι, νώ σφώ, οὐκέτι περισπωμένως, καίτοι τῷ λόγῳ τῆς ἀποκοπῆς ὀφειλούσας περισπᾶσθαι ὡς τὸ Ποσειδῶ κυκεῶ. ἀλλ´ οὐδὲν δυϊκῶν εὐθείας πτώσεως καὶ αἰτιατικῆς εἰς 'ω' περισπᾶται, ὅθεν ὠξύνθησαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶϊν σφῶϊν προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ προφέρονται μονοσυλλάβως, τοῦ 'ι' γραφομένου μὴ συνεκφωνουμένου ὧν καὶ ἡ περισπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν. Αἱ τρίτου προσώπου ὀξύνονται πᾶσαι καὶ ἐγκλίνονται πᾶσαι, αἰτιατικῆς μὲν σφωέ »τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι«; (Α 8). εὐθεῖα γὰρ τούτου οὐκ ἔστι, διότι οὐδεμία ἐστὶν εὐθεῖα ἀντωνυμίας ἐγκλινομένης. γενικῆς καὶ δοτικῆς σφωΐν »καί σφωϊν δὸς ἄγειν« (Α 338)· τόνῳ μὲν μόνῳ τῆς τοῦ δευτέρου διήνεγκεν. ὥστε ὅτε μὲν περὶ Ἀθηνᾶς καὶ Ἥρας Ζεὺς πρὸς τὴν Ἶρίν φησιν, ἐγκλιτικῶς ἀναγινώσκομεν »γυιώσω μέν σφωϊν ὑφ´ ἅρμασιν ὠκέας ἵππους« (Θ 402). τρίτου γὰρ προσώπου. ὅτε δὲ πρὸς αὐτὰς ἡ Ἶρις, ὀρθοτονοῦντες προπερισπῶμεν »γυιώσειν μὲν σφῶϊν ὕφ´ ἅρμασιν ὠκέας ἵππους« (Θ 416).
Pending translation