ἐμαυτόν. ὁμοίως ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίως. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρσενικῷ ὁμοφωνοῦσιν, ἡ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδετέροις ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίας συντίθεται, ἔνθεν συνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρ´ Εὐριπίδῃ εὕρηται τὸ σεαυτό (fr. 694 Nauck) εἶα δή, φίλον ξύλον ἔγειρέ μοι σεαυτό καὶ παρὰ Φιλήμονι τὸ αὐτό, ἀλλ´ οὐ τὸ σπάνιον τοῦ ὅλου κατέστησε κανόνας. Ἡ ὁ δεῖν περισπᾶται, κλίνεται δὲ τοῦ δεῖνος τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπερισπᾶται, κλίνεται δὲ τοῦ δείνατος, τῷ δείνατι. εἰσὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν. Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουσαι χαρακτῆρα, καὶ τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουσιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆς ἐμοῦ ὁ ἐμός καὶ κατ´ ἀκολουθίαν ταύτης καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περισπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθως τονοῦνται, ὡς καὶ τὰ εἰς 'ος' ὀνόματα. ὁμοίως καὶ ἡ σός καὶ ἑός. Αἱ διὰ τοῦ 'τερος', αἵτινές εἰσι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶσαι τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆς νῶϊ νωΐτερος καὶ ἀπὸ τῆς σφῶϊ σφωΐτερος. ἀπὸ γὰρ τῆς τοῦ τρίτου δυϊκῆς οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶσαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πληθυντικαὶ δὲ ἀπὸ μὲν τῆς ἡμῶν ἡμέτερος καὶ ἀπὸ τῆς ὑμῶν ὑμέτερος καὶ ἀπὸ τῆς σφῶν σφέτερος. ἀπὸ δὲ τῆς ἡμῶν καὶ ὑμῶν ἐγένετο ἐθνικὴ παραγωγή, ἡμεδαπός καὶ ὑμεδαπός, αἵτινες ὠξύνθησαν
Pending translation