τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπός καὶ παντοδαπός καὶ τηλεδαπός. {1Περὶ προθέσεως.}1 Πρόθεσις εἴρηται ἐκ τοῦ πάσης λέξεως ἐθέλειν προτίθεσθαι, λέγω δὲ ὀνομάτων περὶ Ἀριστάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψας—λέγομεν δὲ ὅτι οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ καταγράφω, καταγράψας, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ μετὰ προθέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ 'ευ' ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις—ἀντωνυμιῶν περὶ ἐμοῦ, ἄρθρων τῶν προτακτικῶν περὶ τοῦ στεφάνου. * Οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί. λέγεται δ´ ἔσθ´ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ 'π' καὶ ἴσως ἀναλογώτερον. * Οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό. * Οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ. * Αἱ εἰς 'α' λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ 'α', ἀλλὰ μόνη ἡ διά τὸ 'α' καθαρεύει. * Οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ. * Αἱ ὑπὲρ μίαν συλλαβὴν προθέσεις εἰς φωνῆεν λήγουσι δίχρονον ὑπεσταλμένης τῆς ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖς τὴν ὑπό ὕπα λέγοντες, τὴν δὲ ἀπό ἄπυ, ἴσως ἵνα τὸ 'υ' ληκτικὸν γένηται τῆς προθέσεως ὡς τὸ 'α' καὶ 'ι'. Πᾶσα πρόθεσις εἴτε μονοσύλλαβος εἴτε δισύλλαβος ὀξύνεται—εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται αἱ δισύλλαβοι οἷον »ἄστυ κάτα Ξάνθοιο«—ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶς ληγούσης λέξεως εἰς 'ο' ὀξυνομένης, διὰ τὸ εἶναι προθέσεις ὠξύνθησαν· διὸ σημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτός ἀρσενικήν.
Pending translation