διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶς λέξεως εἰς 'ερ' ληγούσης μετὰ βραχείας καὶ ὀξυνομένης. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ σύνδεσμον τῷ λόγῳ τῶν συμπλεκτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται χωρὶς τοῦ ἤτοι. Εἰσὶ δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, σύν, ἐξ, εἰς, ἐν, πρός, πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ. Καθόλου δὲ αἱ ἀναστρεφόμεναι δισύλλαβοί τε εἶναι θέλουσι καὶ δίχρονοι· ὅθεν τριχρονοῦσαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναστρέφονται, οὐδὲ αἱ τῷ 'ι' πλεονάζουσαι, καταί, παραί, ὑπαί, ὑπείρ. σημειούμεθα τὴν διά χώραν ἔχουσαν ἀναστροφῆς καὶ μὴ ἀναστρεφομένην διὰ τὴν πρὸς τὸν Δία »Δία δ´ οὐκ ἔχε νήδυμος ὕπνος« (Β 2) συνέμπτωσιν καὶ τὴν ἀνά μὴ ἀναστρεφομένην, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα ὡς ἐν τῷ »Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ« (Π 233) ἢ τὸ ῥῆμα »ἀλλ´ ἄνα, εἰ μέμονάς γε« (Ι 247). ἡ δὲ ἐν πλεονάσασα τῷ 'ι' ἀνεστράφη »ᾧ ἔνι κούρη κοιμᾶτο« (ζ 15). καὶ τὰς μονοσυλλάβους δὲ ἐὰν ἐπὶ τέλει ὦσι στίχου, ἀναστρέφουσιν οἷον »ἐλθὼν δ´ ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν« (ο 410)· ῥώννυται γὰρ ὁ τόνος τῆς σύν προθέσεως, ἵνα νοῆται ἡ ἀναστροφή. τοιοῦτό ἐστι καὶ τὸ »οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ« (Ξ 472).
Pending translation