Prosodia Catholica (Herodian)

Passage 1.484
← Index
1.484
No summary yet
πόλλ´ ἐμόγησα. «θεῶν ἄπο μήδεα εἰδώς» (ζ 12) ἀπὸ θεῶν εἰδὼς μήδεα. εἰ δὲ μεταξὺ τῆς προθέσεως καὶ τοῦ προσηγορικοῦ ὀνόματος ἢ ῥήματος, πρὸς ὃ τὴν σύνταξιν ἔχει ἡ πρόθεσις, ἕτερον μέρος λόγου πέσῃ, ὡς ἐπὶ τοῦ «τῷ δ´ ἐπὶ Τυδείδης ἦλθε κρατερὸς Διομήδης» (Η 163, Ψ 290)· ἔστι γὰρ τὸ ἑξῆς ἐπὶ τούτῳ δὲ ὁ Τυδείδης ἦλθε· οὐκ ἀναστρέφεται ἡ πρόθεσις διὰ τὸ μεσοσυλλαβῆσαι τὸν δέ. τοιοῦτό ἐστι καὶ τὸ «ἦλθε δ´ ἐπὶ πτωχὸς πανδήμιος» (σ 1). Εἰ μέντοι ἐν τέλει στίχου εἴη ἢ ἁπλῶς ἐν τέλει ὀνόματος, μεθ´ ἣν τίθεται στιγμή, ἀναστρέφεται πάντως οἷόν ἐστι «τῶν πάντων δ´ ἔπτυσε πουλὺ κάτα». ἀναστρέφομεν γὰρ τὴν πρόθεσιν, τοῦ ἑξῆς ὄντος κατέπτυσε, κἂν μεσοσυλλαβήσῃ τινὰ μόρια. διὸ σημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωσιν «ἀρετῆς δ´ αὖ πέρι», διότι ἀνεστράφη ἡ πρόθεσις, μεσοσυλλαβοῦντος τοῦ δέ συνδέσμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆς ἐστι περὶ ἀρετῆς δ´ αὖ. * Ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται οἷον «οἱ περὶ μὲν βουλήν» (Α 258)· ἡ περί γὰρ ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.