(Σ 400)· τὸ γὰρ ἑξῆς παρὰ τῇσι· »νῆας ἐπ´ ἐσσεύοντο« (Β 150) ἐπὶ τὰς νῆας· οὐκ ἀναστρέφονται οὖν διὰ τὴν συναλοιφήν· ἐν μέντοι τῷ »ἄστυ κάτ´· αὐτὰρ μῆλα κακοὶ φθινύθουσι νομῆες« (ρ 246) ἀναστρέφεται ἡ κατά, διότι μετ´ αὐτὴν κεῖται στιγμή. καὶ ἐν τῷ »στεῦτο γὰρ Ἡφαίστοιο παρ´ οἰσέμεν« (Σ 191) τὴν παρά ἀναστρέφουσιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίστου οἰσέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίστου ὅπλα παροισέμεν. {1ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ΣΥΝΔΕΣΜΩΝ. ΒΙΒΛΙΟΝ ιθʹ. Περὶ ἐπιρρημάτων.}1 Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν σύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰσιν. Τὰ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνεται. πολλὰ μὲν οὖν ἐπιρρήματα ὁμοφωνοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων »ψεύσομαι
Pending translation