ἢ ἔτυμον ἐρέω« (Κ 534, δ 140), »ἠὲ νέον μεθέπεις« (α 175), »νέον δ´ ἀπέληγεν ἐδωδῆς« (Ω 475), »οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι« (Ρ 19), »Ἕκτωρ δ´ ἐχάρη μέγα μῦθον ἀκούσας« (Γ 76), »οὐ μὲν καλὸν ἀτέμβειν« (Od. φ 312), »δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ (Υ 30), «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον» (α 34)· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυσιν ἀναγινώσκεσθαι ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖραν Ἄϊδος» (Υ 336). πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐδετέρων «ἤ μευ καλὰ πατὴρ ὣς κήδεαι» (Od. ρ 397), «οὐ μὲν καλὰ χόλον τόνδ´ ἔνθεο» (Il. Ζ 326), «δεῖξ´ ἐνδέξια πᾶσιν» (Η 184), «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη» (Β 155), «πυκνὰ μάλα στενάχοντα» (Φ 417), «πύκα ποιητοῖο» (Σ 608) μὴ φυλάξαν τὴν φωνὴν τοῦ ὀνόματος, ἀλλὰ ἀποβολῇ τοῦ 'ν' πεποιηκὸς βαρύτονον· ὠκέα ὦκα, σαφέα σάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέσει κάρτα, ἀντία οἷον «ἀντί´ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα» (Il. Γ 425) καὶ ἄντα, καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος μετὰ τὴν ὑπεξαίρεσιν τοῦ 'ε' ἢ τοῦ 'ι'. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμός ὀξυτόνου. «καλλιγραφεῖς καὶ ταχύτατα διαλέγῃ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου «ἀλλ´ ἐτεὸν μὲν ἐοικότες» καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτός πάλιν ὀξυτόνου ἐτά ὀξυτόνως, ὡς «ἐτὰ Τημενίδεω χρύσεον γένος» καὶ ἐπὶ πάντων ὁμοίως.
Pending translation