Τὰ εἰς 'η' μετὰ τοῦ 'ι', εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαστικά, ἢ βαρύνεται ἢ περισπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περισπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτῇ καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡσυχῇ, ὁμῇ, σιωπῇ, ἐνωπῇ. βαρύνεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐστι καὶ τὸ ἀμηγέπῃ παρ´ Ἀττικοῖς. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶς τοῦ 'ι' γράφεται καὶ τὸ νῦν δή, ὅτε σημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος» (ω 260), ἐστὶ σύνθετον ὡς καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡς καὶ φή «φὴ νέος οὐκ ἀπάλαμνος» χωρὶς τοῦ 'ι' γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ἰωή. ὥστε λοιπὸν εἴ τι εἰς 'η' λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περισπᾶται καὶ τὸ 'ι' ἔχει προσγεγραμμένον. Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοσίᾳ ἀπὸ δοτικῆς γέγονε· καὶ τὸ κατωκάρᾳ παρ´ Ἀθηναίοις «κατωκάρᾳ ῥίψας με βουκολήσεται» (Arist. Pac. 153) ἐπίρρημά ἐστι σύνθετον καὶ σὺν τῷ 'ι' γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖς περισπῶσι καὶ τὸ παντᾷ ὥσπερ καὶ τὸ κρυφᾷ παρὰ Πινδάρῳ (Olymp. I 75)· τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾷ (Pyth. III 65) ἀπὸ τοῦ ἁμῇ γινόμενον. ζητεῖται δὲ ἐν τῷ περισπωμένῳ ἁμᾷ, εἰ προστεθήσεται τὸ 'ι'.
Pending translation