Prosodia Catholica (Herodian)

Passage 1.490
← Index
1.490
No summary yet
Ἔστι δέ τινα καὶ παρ´ αἰτιατικῆς γεγονότα, οἷον τὸ πέραν καὶ πέρην «ἀλλ´ ὅσοι ναίουσι πέρην» (Β 535) καὶ μετὰ προθέσεως «ἀντιπέραν λεύσσουσα πυρὸς σέλας» καὶ ἀπὸ δοτικῆς «ἐπίσχες αὐτοῦ, μὴ πέρᾳ προβῇς λόγου» Κρατῖνος ἐν Εὐνείδαις. καὶ τὸ πρῴην δὲ παρ´ αἰτιατικὴν σχηματίζουσι—ἐκ τῆς πρό προθέσεως γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάσει τοῦ 'ο' εἰς 'ω' πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ 'ω' καὶ τοῦ 'ι' εἰς τὴν 'ω'| δίφθογγον πρῴην— «τῇδε πρῴαν» καὶ τὸ «ἀκὴν ἐγένοντο σιωπῇ» (Il. Γ 95) καὶ «ἀκμήν τοι βρύα τῆμος ἐπὶ στήθεσσι κέχυνται». ὡς παρὰ ἀεικές ὄνομα ὀξύτονον ἐπίρρημα τὸ «οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν (Ο 496) καὶ τὸ »ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ (β 207) καὶ τὸ «ὗε δ´ ἄρα Ζεὺς συνεχές» (Μ 25) ἀτρεκές, διαμπερές, οὕτως ἔδει καὶ παρὰ τὸ ἀληθές ὄνομα τὸ ἐπίρρημα ὀξύνεσθαι. ἀλλὰ καὶ παρ´ Ἀθηναίοις διαστολῆς ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματος ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματος βαρύνεται· «ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεᾶς;» Ἀριστοφάνης Βατράχοις ( 840) καὶ ἐν Νεφέλαις ( 840) «τί δ´ ἂν παρ´ ἐκείνων καὶ μάθοι χρηστός τις ἄν; ἄληθες; ὅσα περ ἔστ´ ἐν ἀνθρώποις σοφά». τοιοῦτό ἐστι καὶ τὸ ἐπιτηδές ὀξυνόμενον, ἐπιρρηματικῶς προπαροξυνόμενον. καὶ τὸ αὐτοετές ὁμοίως. καὶ τὸ χάριεν δὲ παρ´ αὐτοῖς προπαροξυνόμενον, ὅτε καὶ ἐπιρρηματικῶς λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ σφόδρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεσθαι ὡς τὸ ἥσυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡς ἀτρεμῶ ἀτρέμα, σιγῶ σῖγα, ἀντῶ ἄντα· τό τε ἡσυχῇ περισπᾶται παραλόγως, εἰ μὴ συνεξέδραμε τοῖς εἰς 'χῃ' ἐπιρρήμασι περισπωμένοις,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.