Prosodia Catholica (Herodian)

Passage 1.491
← Index
1.491
No summary yet
τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. ἔστι τινὰ σύνθετα ἀναβιβάζοντα τὸν τόνον ὡς τὸ παντάπασι, πάμπαν. τὰ παρὰ τὸ ἦμαρ συντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆμαρ, ἑξῆμαρ, ποσσῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρρήματα τοιαῦτά ἐστι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον. Πᾶν μονοσύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύσει βραχεῖαν, δῆλον ὡς ὀξύνεται, πάξ, μάψ, λάξ, χθές, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίς, τρίς, ψό παρὰ τῷ Σοφοκλεῖ ἐν ποιμέσι μόνον εἰς 'ο' λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια, ζά, δά, δύς, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθ´ αὑτὰ λέγονται, ἀλλ´ ἐν συνθέσει. τῶν δὲ μακρὰν ἐχόντων φύσει τὰ μὲν περισπᾶται, τὰ δὲ ὀξύνεται. τὰ πυσματικὰ περισπᾶται, πῇ, ποῦ, πῶς. ταῦτα δὲ ἀοριστούμενα ἐγκλίνεται· οὔ πως ἐστ´ Ἀγέλαε« (χ 136), »ἀλλά που ἄλλῃ«, »οὐ γάρ πω τοιούτους ἴδον« (Α 262). τὸ δὲ πῶ συντασσόμενον τῇ οὐ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.