ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπως, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύνουσιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ πῶς ποτε περισπᾶται. Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περισπᾶται, »ἆ δειλὲ πάντων« »ἆ γῆρας« καὶ τὸ βᾶ ἐν τῇ συνηθείᾳ παρὰ ἀρχαίοις ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ συστέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡς ἔχον τὸ 'ι'. Τὰ μέντοι τὸ 'η' ἔχοντα μονοσύλλαβα μὴ προσκειμένου τοῦ 'ι' ὀξύνεται ὡς καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰσοδυναμοῦν τῷ ὡς »ἣ θέμις ἐστί« (Β 37), φή ἀντὶ τοῦ καθάπερ »φὴ νέος οὐκ ἀπάλαμνος«. τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ 'ι' προσκειμένου περισπᾶται ὡς καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ σὺν τῷ 'ι' καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆς 'ει' διφθόγγου εἰς 'ῃ' Αἰολικῶς καὶ βῆ μίμημα φωνῆς ἀλόγου ἰσοδυναμοῦν τῷ βληχᾶσθαι. Τὰ ἔχοντα τὸ 'ω' ὀξύνεται καὶ περισπᾶται· τὸ τώς ἀνταποδοτικόν »τὼς δέ ς´ ἀπεχθήρω« (Γ 415). τὸ τώ, ὅτε τὸ διό σημαίνει »τὼ οὐκ
Pending translation