Καὶ τὸ ὦ κλητικὸν περισπᾶται «ὦ ἄνθρωπε». ὅτε δὲ σχετλιαστικόν, ὀξύνεται «ὢ τί ς´ εἴπω» (Ar. Nub. 1378) καὶ ὅτε προσγράφεται αὐτῷ τὸ 'ι' καὶ ταὐτὸν σημαίνει τῷ ὥσπερ «ἀλλ´ ἔχον ᾥτε τάλαντα γυνὴ χερνῆτις ἀληθής» (Μ 433) καὶ ᾥπερ· γίνεται δὲ οὕτως· ὡσείτε καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ 'σ' καὶ κράσει τοῦ 'ω' καὶ 'ε' εἰς τὴν 'ῳ' δίφθογγον διὰ τὴν τοῦ 'ι' συναίρεσιν ᾥτε καὶ ᾥπερ. Τὸ μέντοι πρῴ μονοσύλλαβον παρ´ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε. τὸ δὲ πρῷν περισπᾶται «οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρεν» (Callim. chol. fr. 18 Mein.), ἐπεὶ ἐκ τοῦ πρῶϊν. Τὰ ἔχοντα τὴν 'οι' δίφθογγον ἢ τὴν 'ει' περισπᾶται. Ἀριστοφάνης ἐν Βατράχοις ( 199) «ἵζω ´πὶ κώπην, οἷπερ ἐκέλευσάς με σύ». ποῖ, εἷ «εἷ τὰ τῶν χοιραγχᾶν». Σώφρων. «πεῖ γὰρ ἁ ἄσφαλτος». κεῖ παρὰ Ἀρχιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐστιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίως τῷ συνδέσμῳ «εἴγ´ ὤφελες». τὸ γὰρ στοιχεῖον περισπᾶται. καὶ τὸ φνεί παρ´ Ἀριστοφάνει· ἔστι δὲ μίμημα φωνῆς ὀρνέου. καὶ πάντα ὅσα εἰς τὴν διὰ τοῦ 'υ' δίφθογγον περισπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δασυνόμενον. κἂν ὑπὲρ μίαν συλλαβὴν εἴη, ὁμοίως περισπᾶται πλὴν τῶν ἀναφορικῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ λοιπὰ πάντα. σημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ
Pending translation