ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμησιν κυνὸς ὀξύνεται «βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς». ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα. Τὰ τὴν 'αι' δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλας καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ 'ε' εἰς 'α' ὡς κύπειρον κύπαιρον, καὶ τὸ ναί συγκαταθέσεως. Ταῦτά ἐστι μονοσύλλαβα. Οὐδὲν τῶν ὑπὲρ μίαν συλλαβὴν εἰς 'α' ληγόντων ἐπιρρημάτων περισπᾶται, ἀλλὰ ὀξύνεται, ὡς τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνεται ὡς τὸ αἶψα, ἤλιθα, αὐτίκα. Τὰ εἰς 'α' δισύλλαβα, ὑπεσταλμένων τῶν εἰς 'δα' καὶ 'θα', βαρύνεσθαι θέλει, ῥέα ῥεῖα, σάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ σύνδεσμός ἐστιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευστικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρ´ Ἀλκμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεσθαι, ἔστι δὲ παιδιά· τινὲς δὲ ὤξυναν. συντιθέμενα δὲ δισύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰς 'δα' ἐπὶ παιδιᾶς κείμενα, παραληγόμενα τῷ 'ι' καὶ 'ν' παροξύνεται, βασιλίνδα, χυτρίνδα, φαινίνδα, ὀστρακίνδα, μυΐνδα ἀπὸ τοῦ μύειν τοὺς ὀφθαλμοὺς καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόσα τάδε, ἔστ´ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποσίνδα, ἐπαιτίνδα, ξιφίνδα, δαληκίνδα, φυγίνδα. τὸ σκαπέρδα ἐπὶ παιδιᾶς μὲν κεῖται, ὄνομα δέ ἐστι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰς 'δα' ὀξύνεται, χωρὶς εἰ μὴ πρὸ τοῦ 'δ' ἕν τι τῶν μέσων, ἀναφανδά, καναχηδά, παμπηδά,
Pending translation