Prosodia Catholica (Herodian)

Passage 1.497
← Index
1.497
No summary yet
καὶ αἴθε βαρύνεται μέν, οὐ περισπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ 'θε' συλλαβή. τὸ μέντοι ὀψέ ὀξύνεται· ἔστι δὲ μόνον εἰς 'ψε' λῆγον ἐπίρρημα, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ 'ε' εἰς 'ι'· διὸ τὸ «ὀψὲ δύων» (Φ 232) ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ 'ι' ἐγράφετο ὀψιδύων ὡς ὀψιμαθής, ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην» (ε 272). ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ 'ι' αὐτὸ ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶς τοῦ 'ν' καὶ μετὰ τοῦ 'ν' λέγεται. δωδεκαχῶς δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν παρὰ Δωριεῦσιν· παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ 'α' ἀεί. ἀλλὰ καὶ κατ´ ἔκτασιν τοῦ 'α' ἀεί. παρὰ δὲ Αἰολεῦσιν τῆς ἀρχούσης ἐχούσης τὴν 'αι' δίφθογγον, τοῦ δὲ τέλους τὸ 'ι' συστελλόμενον βαρυτόνως αἶι· λέγεται δὲ παρ´ αὐτοῖς καὶ σὺν τῷ 'ν' αἶιν. γίνεται δὲ παρ´ αὐτοῖς καὶ κατὰ συστολὴν τῆς ἀρχούσης ἄϊν καὶ ἀποβολῇ τοῦ 'ν' ἄϊ βαρυτόνως. Λάκωνες δὲ αἰές φασίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ 'ν' καὶ τοῦ 'ς' διὰ τῆς 'αι' διφθόγγου κατ´ ἀρχὴν καὶ διὰ τοῦ 'ε' κατὰ τὸ τέλος. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ 'η' καὶ μακροῦ τοῦ 'ι' κατὰ τὴν λήγουσαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ 'η' παρὰ Ταραντίνοις φυλαττομένης τῆς κατ´ ἀρχὴν 'αι' διφθόγγου τροπῇ τῆς 'ει' διφθόγγου εἰς 'η'. —τὰ δὲ ἔχοντα τὸ 'τ', πυσματικὰ μὲν ὄντα ἢ ἀνταποδοτικὰ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.