Prosodia Catholica (Herodian)

Passage 1.498
← Index
1.498
No summary yet
ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεονασμῷ τοῦ 'ε' καὶ κράσει τοῦ 'εο' εἰς τὴν 'ευ' δίφθογγον Δωρικῶς γίνεται. ἀόριστα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡς τὸ «ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοισι φάνεσκεν» (Il. Λ 64) ὀξυτόνως δεῖ ἀναγινώσκεσθαι. Τὰ εἰς 'δε' ἐπιρρήματα, τὴν εἰς τόπον σχέσιν σημαίνοντα, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε «ὁ μὲν φύγαδ´ αὖθις ὑποστρέψας» (Λ 446), ὃ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, οὐ μὴν τὸ «τοὺς ἕλεν, οἱ δ´ ἄλλοι φύγαδε μνώοντο» (Π 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπ´ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ 'δε' ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις «Ἴδηθεν μεδέων» (Il. Γ 276), «δόρυ δ´ ἔκβαλεν ἔκτοσε χειρός» (Od. ξ 277). ἀλλ´ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγα δέ, ὡς Οὔλυμπον δέ, ἢ εἷς ὡς ἄγραδε. τὸ γοῦν ἅλαδ´ ἑλκομενάων« (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκον δέ, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγήν, ὡς ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαστον ἔχον προσῳδίαν, ἰσοδυναμοῦντα τοῖς ἐπιρρήμασι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτως Ἄϊδος δέ, οὐκ Ἄϊδος δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον σημαίνει τοῦ ἐνταῦθα, ὥστε περιττὴ ἡ συλλαβή, οὐδὲ τῆς παραγωγῆς τὸ 'α',
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.