Prosodia Catholica (Herodian)

Passage 1.499
← Index
1.499
No summary yet
ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐστι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰς 'δε', μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον, τοιόσδε, τοσόσδε, τηλικόσδε. οὕτως οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόσδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ πλέον δηλοῖ τοῦ τῆμος, τηνίκα, ἔνθα. Τὰ εἰς 'ζε', εἰ μὲν ἔχει πρὸ τέλους βραχὺ τὸ 'α', τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺς περισπῶντας τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰς 'αζε' ἐπὶ χρόνου τεθειμένον »μέταζε χατίζων« (Hesiod. opp. 396) παρὰ πρόθεσιν παρηγμένον. τὰ φύσει μακρᾷ παραληγόμενα προπαροξύνεται ἢ προπερισπᾶται· προπαροξύνεται μὲν ὅσα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡς παρὰ τὸ Οἰνόη Οἰνόηζε, προπερισπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡς παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε. Τὰ εἰς 'σε' τοῖς εἰς 'θεν' ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαροξύνεται, διὰ τοῦτο καὶ πάντοσε, ἔκτοθεν ἔκτοσε, ἄλλοθεν ἄλλοσε, ἑτέρωθεν ἑτέρωσε, ἀμφοτέρωθεν ἀμφοτέρωσε, ἑκατέρωθεν ἑκατέρωσε. προπερισπᾶται δὲ τὸ Θριῶσε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίως, ἐκεῖθεν ἐκεῖσε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόσε, τηλόθεν τηλόσε, ὁμόθεν ὁμόσε. Τὰ εἰς 'θεν' πάντα δισύλλαβα μὲν ὄντα πρὸ μιᾶς ἔχει τὸν τόνον,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.