Prosodia Catholica (Herodian)

Passage 1.50
← Index
1.50
Discussion of Boeotian phonological features: the reflex of η as ει diphthong, local pronunciation of patr- and matern- forms, and the treatment and accentuation of -ας endings with examples and proper names.
Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴσασι τὴν 'ειρ' κατάληξιν, καθὸ παρ´ αὐτοῖς εἴωθε τὸ 'η' εἰς τὴν 'ει' δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς 'ει' διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρ´ ἡμῖν μὲν διὰ τοῦ 'η', παρ´ αὐτοῖς δὲ διὰ τῆς 'ει' διφθόγγου. {1Περὶ τῶν εἰς 'ας' ὑπὲρ μίαν συλλαβήν.}1 Τὰ εἰς 'ας' ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ 'α' βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποίας, Δοίας, ἀφ´ οὗ Δοίαντος πεδίον Φρυγίας καὶ Δοιάντειον ἄλσος, Βίας, Πρίας, Ὕας ἔθνος περὶ Ἀλαλκομένιον, Δρύας, Εὔας, ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου, Κλεύας, Λάας τὸ κύριον, Λαίας, Καίας. περισπᾶται δὲ ἀτταγᾶς, πελεκᾶς καὶ Μαρικᾶς ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολις τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν» (Nub. 553), κλίνεται δὲ καὶ περιττοσυλλάβως «ἀλλ´ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν». (Eupolis Mein. fr. Com. p. 191 ed. min.) τὸ δὲ Γλισᾶς— ἔστι δὲ ἥρως καὶ πόλις Βοιωτίας—«ἠδ´ οἳ Γλισᾶντα νέμοντο» (Β 504) ἡ μὲν συνήθεια περισπᾷ, ἡ δὲ ἱστορία παροξύνει. Διονύσιος γὰρ ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ 'ι' καὶ μὴ περισπᾶν. ἀλλ´ οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν. τὸ δὲ ἀλλᾶς παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ συνήθεια βαρύνει, ἀλλ´ ἐπειδὴ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 39 (22.5%) word LCS 5 (17.2%)
Show overlap highlight
Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴσασι τὴν 'ειρ' κατάληξιν, καθὸ παρ´ αὐτοῖς εἴωθε τὸ 'η' εἰς τὴν 'ει' δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς 'ει' …
Βέχειρ, ἔθνος Σκυθικόν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ « σ » Σάσπειρ, Ἐλεάζειρ, ὀνόματα βαρβάρων, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, χρυσοέθειρ παρ´ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος, ἑκατόγχειρ τὸ σύνθετον.
char LCS 20 (15.9%) word LCS 5 (22.7%)
Show overlap highlight
… εἴωθε τὸ 'η' εἰς τὴν 'ει' δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς 'ει' διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρ´ ἡμῖν μὲν διὰ τοῦ 'η', παρ´ αὐτοῖς δὲ διὰ τῆς 'ει' διφθόγγου. {1Περὶ τῶν εἰς 'ας' ὑπὲρ μίαν συλλαβήν.}1 Τὰ εἰς 'ας' ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ 'α' βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποία…
Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς « ει » διφθόγγου.