Accentuation and formation of adverbs ending in -θεν; rules for proparoxytone/paroxytone, vowel effects, and examples with place-names and prepositional prefixes.
οἷον νέρθεν, πόθεν, πρόσθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν »ἀπὸ κρῆθεν« (Π 548). τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰ ἔχοι πρὸ τοῦ 'θ' σύμφωνον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὕπερθεν, ἔνερθεν, ὄπισθεν. καὶ τὰ τῷ 'ο' παραληγόμενα παροξύνεσθαι θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεσιν ἢ παρ´ ὄνομα ἐπιμεριζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεσιν ἕκαστον ἔχει καὶ ἔτι τὸ πάροιθεν πλεονάσαν τὸ 'ι'. τὸ δὲ ἄλλοθεν, ἑκάστοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεσβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν—τὸ δὲ πρύμνηθεν τῷ 'η' παραληγόμενον προπαροξύνεται—τηλόθεν καὶ ἄλλα μυρία. σημειούμεθα τὸ οἴκοθεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ 'α' μακρῷ παραληγόμενα ἢ τῷ 'η' ἢ τῷ 'ω', εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπερισπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ 'α' εἰς 'η', Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλισίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ τοῦ 'ο' παροξύνεται. τῶν δὲ προπερισπωμένων ὑποδείγματα ταῦτα, Ὑσιαί ὀξυτόνως, προπερισπωμένως Ὑσιᾶθεν, Θεσπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔσω ἔσωθεν, ἔξω ἔξωθεν, πρόσω πρόσωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, καὶ ὡς ἀπὸ τοῦ ἄπω μὴ εἰρημένου τὸ ἄπωθεν.
Such as νέρθεν, πόθεν, πρόσθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν—“from κρῆθεν” (Π 548). But those of more than two syllables, if they have a consonant before the θ, have the acute on the third syllable from the end: ὕπερθεν, ἔνερθεν, ὄπισθεν. And those whose penult contains ο want to be paroxytone, except those derived with an incorporated preposition or formed by segmentation from a noun; for these are proparoxytone. For ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν each has a preposition, and also πάροιθεν with the additional ι; while ἄλλοθεν, ἑκάστοθεν have nouns that are segmented. But all the rest are paroxytone: ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεσβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν—whereas πρύμνηθεν, with η in the penult, is proparoxytone—τηλόθεν and countless others. We note οἴκοθεν and πάντοθεν as proparoxytone. However, those whose penult contains long α or η or ω: if their base-form is barytone, they have the acute on the third syllable from the end; but if it is oxytone, they are properispomenon. Of the proparoxytone ones the following are examples: πρῷρα, πρῴραθεν; Φθία, Φθίαθεν; Πιερία, Πιερίαθεν, but Πιερίηθεν by change of α to η; Ὀλυμπία, Ὀλυμπίαθεν; θύρα, θύραθεν; Ἀφίδνηθεν, Αἰγίνηθεν, κλισίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν—whereas πρυμνόθεν, with ο, is paroxytone. Of the properispomenon ones these are examples: Ὑσιαί as oxytone, but Ὑσιᾶθεν as properispomenon; Θεσπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, but in Callimachus Δεκελειόθεν; ἀρχῆθεν, because ἀρχή. ἔσω, ἔσωθεν; ἔξω, ἔξωθεν; πρόσω, πρόσωθεν; ἄνω, ἄνωθεν; κάτω, κάτωθεν; προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, and, as from ἄπω (not attested), ἄπωθεν.