Prosodia Catholica (Herodian)

Passage 1.501
← Index
1.501
Discussion of accentuation patterns of adverbial and place-derivative forms, especially endings in -θεν, -θι, -σι, and their proparoxytone/paroxytone shifts with examples.
διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ 'ω' ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ´ ὧν τηλῶθεν ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπερισπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περισπώμενον ἐκεῖθεν προπερισπώμενον. παρὰ τὸ ἐγγύς ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύτονα, οὐκ οὖν παρὰ τὸ ἑκάς ὀξυνόμενον γενόμενα. Τὰ εἰς 'θι' καὶ εἰς 'σι' τὸν τῶν εἰς 'θεν' ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίασιν, θύραθεν θύρασι, Θήβηθεν Θήβησι, Ἀθήνησι, Ἀλωπεκῆθεν Ἀλωπεκῆσιν, Ἑρχιᾶθεν Ἑρχιᾶσι, Πλατειᾶθεν Πλατειᾶσιν, Θριᾶθεν Θριᾶσι, Θριῶθεν Θριῶσιν. Τὸ ὥρασι »μὴ ὥρας´ ἵκοισθε« (Arist. Lysistr. 1037) προπαροξύνεται
For this reason, from ἕως, which is barytone, ἕωθεν is formed; but from ἠώς, which is accented on the last syllable, ἠῶθεν is proparoxytone, as from Πυθώ comes Πυθῶθεν with ω, as also Κριῶθεν, and with contraction Πυθόθεν, as Λεσβόθεν; and from Θριώ, the name of an Attic deme, Θριῶθεν—along with which τηλῶθεν is poetically lengthened. From ἄνευ comes ἄνευθεν, preserving the accent of the archetype; likewise ἄτερ, ἄτερθεν. ἐντεῦθεν is proparoxytone from ἐνταῦθα; and from ἐκεῖ, which has a circumflex, comes ἐκεῖθεν, proparoxytone. From ἐγγύς, oxytone, comes ἐγγύθεν, paroxytone; and from πρωΐ, πρωΐθεν. ἕκαθεν and ἀνέκαθεν are proparoxytone, and therefore were not formed from ἑκάς, which is oxytone. The adverbs in -θι and in -σι have the accent of the adverbs in -θεν, for example οἴκοθεν, οἴκοθι; ἀγρόθεν, ἀγρόθι; οὐρανόθεν, οὐρανóθι; ὑψόθι; αὐτόθι; Ὀλυμπίαθεν, Ὀλυμπίασιν; θύραθεν, θύρασι; Θήβηθεν, Θήβησι; Ἀθήνησι; Ἀλωπεκῆθεν, Ἀλωπεκῆσιν; Ἑρχιᾶθεν, Ἑρχιᾶσι; Πλατειᾶθεν, Πλατειᾶσιν; Θριᾶθεν, Θριᾶσι; Θριῶθεν, Θριῶσιν. ὥρασι in «μὴ ὥρας´ ἵκοισθε» (Arist. Lysistr. 1037) is proparoxytone.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 58 (15.9%) word LCS 13 (16.5%)
Show overlap highlight
διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ 'ω' ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ´ ὧν τηλῶθεν ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθ…
…ώ, ἡ τοῦ Ἀπόλλωνος πόλις. “Πυθοῖ ἐν ἠγαθέῃ”. τὸ ἐθνικὸν Πυθῷος, ὡς Λητώ Λητῷος, καὶ Πύθιος καὶ Πυθία καὶ Πυθιάς ὡς Ἑλικωνιάς, καὶ Πύθιον, καὶ πυθαΐζειν, ἀπὸ τοῦ Πυθαῖος διαλύσεως γενομένης, καὶ πυθαϊστής. καὶ τὸ τοπικὸν Πυθῶθεν διὰ τοῦ « ω » ὡς Κριῶθεν, καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν. καὶ Πυθοῖ τὸ ἐν τόπῳ. καὶ παρὰ τὴν Πυθώ Πυθεύς ὡς Ἐνυώ Ἐνυεύς, καὶ ἀπὸ τῆς Πυθῆος γενικῆς ἰωνικῆς Πύθιος, ἐξ ἧς τὸ Πυθήιος κτητικὸν καὶ Πυθαιεύς καὶ Πυθαεύς ὡς Κρηταεύς.