μὲν εὐλόγως παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰς 'θεν'. Τὰ εἰς 'οι' ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰς τόπον σχέσιν, ὑπὲρ δύο συλλαβὰς ὄντα, περισπᾶται, Μεγαροῖ, Πυθοῖ, Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκασταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει σημασίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ δισύλλαβα τῶν εἰς 'οι' βαρύνεται καὶ περισπᾶται· περισπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ σφίγξ σφιγγοῖ, ἰσθμός ἰσθμοῖ, βυθός βυθοῖ, τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ. ἔστι δὲ τὸ ἁρμοῖ Συρακουσίων· ἁρμός γὰρ ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ ὡς παρὰ Καλλιμάχῳ ἁρμοῖ πὰρ Δαναὸν γῆς ἀπὸ βουγενέων (fr. 230) ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος (fr. 44). οὕτως Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω ἔξοι, πέδον πέδοι »πέδοι δὲ βᾶσαι« Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 280), ἔνδον ἔνδοι »ἔνδοι Πραξινόα« ὁ Θεόκριτος (XV 1) οἶκος οἴκοι. Τὰ σχετλιαστικὰ τῶν εἰς 'οι' καὶ 'αι' ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περισπᾶται, ὡς τὸ ὀτοτοῖ ἔχον συμπαρακείμενον καὶ τὸ ἀταταῖ, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, σαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ σαβαῖ παρ´ Εὐπόλιδι ἐν Βάπταις. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται »εὐαὶ σαβαῖ« ὡς τὸ αἴ, οὐαί, βαβαί. βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ
Pending translation