δὲ ὦ πόποι δυσὶ τόνοις χρῆται. Ἀρίσταρχος δέ φησιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλ´ ἐπεὶ ἔδει τὸ πόποι σχετλιαστικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεσθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥστε εἰ μὴ ὀνοματικόν ἐστιν, ὀφείλει περισπᾶσθαι ὡς εἶναι δύο περισπωμένας ὦ ποποῖ, λέγομεν βαρύνεσθαι αὐτὸ ὡς τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περισπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲς ταῦτα ἐνόμισαν· πασχούσης γὰρ ψυχῆς ἢ διακόρου ὑπὸ οἴνου οὔσης ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήσεις αὐτῆς. διὸ ἐπ´ αὐτῶν ἔσθ´ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ σοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ 'σ' γέγονε εὐ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ Εὔϊος παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν σχετλιαστικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ συντιθέμενον προπαροξύνεται, πρόπαλαι, τρίπαλαι.
Pending translation