Τὰ διὰ τοῦ 'ι' ἐπεκτεταμένα δεικτικῶς ὀξύνεται, δευρί, νυνί, οὑτωσί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐστι φωνῆς ἀλόγου ζῴου. ἐχρήσατο δὲ καὶ Ἀριστοφάνης τῇ λέξει. καὶ τὰ παρωνύμως παρηγμένα ὀξύνεται, ἅπερ τινὲς διὰ τῆς 'ει' διφθόγγου, τινὲς δὲ διὰ τοῦ 'ι' γράφουσι μακροῦ, πάνδημος πανδημεί, ἄπνευστος ἀπνευστί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυστί, ἀγελαστί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περισπωμένου ἡ μετοχὴ ἐρρείς ἐρρέντος ἐρρεντί ὡς παρὰ τὸ ἐθέλοντος ἐθελοντί, ἀμισθί, ἀμογητί. τὸ δὲ 'ι' ἐσθ´ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ »Νέστωρ δ´ ὁ γέρων ἀμογητί« (Λ 636) »ἀμισθὶ γάρ σε πάμπαν« (Archil.). Τὰ δὲ εἰς βραχὺ 'ι' καταλήγοντα δισύλλαβα ὄντα βαρύνεσθαι θέλει, ἔτι, αὖθι, νόσφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι—τινὲς δὲ τοῦτο ὀξύνουσι—ᾗχι τὸ γενόμενον ἐπεκτάσει τῆς 'χι' συλλαβῆς, οἱ Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ 'α' »ᾇχι Λίχα μέγα σᾶμα« ᾇχι ὁ κλεινὸς Ἀμφιτρυωνίδας Ἀρίσταρχος τὸ ᾗχι ἄνευ τοῦ 'ι' φησί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι
Pending translation