Prosodia Catholica (Herodian)

Passage 1.506
← Index
1.506
No summary yet
παράδοσις ἔχει τὸ 'ι'. ναίχι, ὅπερ παροξύνεται διὰ τῆς 'χι' ἐπεκτεταμένον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεσθαι· ἔστι γὰρ ἐπέκτασις τῆς οὔ. ἀλλ´ ἐπειδὴ παραλόγως ὀξύνεται πρὸ τῆς ἐπεκτάσεως—ὤφειλε γὰρ περισπᾶσθαι, ἐπεὶ πᾶσα συλλαβὴ τελικὴ εἰς 'ου' λήγουσα καὶ ἐφ´ ἑαυτῆς τὸν τόνον ἔχουσα περισπᾶται—τούτου χάριν παραλόγως ὀξύνεται καὶ μετὰ τὴν ἐπέκτασιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ 'ι' πάσχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν καταμωκήσει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτήριστον γάρ ἐστιν. τὸ δὲ »χῶρι διατμήγουσι« (Callim. fr. 48 Bentl.) βαρύνεται. τὰ ὑπὲρ δύο συλλαβὰς εἰς 'τι' ὀξύνεται, Ἰαστί, Ἰαονιστί, Δωριστί, Συριστί, Ἀττικιστί, Μεγαριστί, Θρᾳκιστί, Περσιστί, Σκυθιστί, Λυδιστί, Φρυγιστί, μεγαλωστί, ἱερωστί, νεωστί, δημιωστί. εἰ δὲ μὴ ἔχοι τὸ 'σ' πρὸ τοῦ 'τ', βαρύνεσθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρ´ Ἀθηναίοις ὀξύνεται καὶ τὸ ἐγκυτί »σὺ δ´ ἐγκυτὶ τέκνον ἐκέρσω« (Callim. fr. 311 Bentl.). τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. Καὶ τὰ ἀπὸ τῶν εἰς 'ις' κατ´ ἀποβολὴν τοῦ 'ς' βαρύνεται, πολλάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι. Τὰ εἰς 'υ' λήγοντα δισύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήσαντα τὸ 'ς' ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιστον, πάγχυ, πρόχνυ, δεῦρυ, πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυνόμενον καθαρεύει ἐπὶ θαύματος κείμενον. τὸ δὲ ἔϋ βαρύνεται· ἔστιν ἐΰς ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν τῆς 'ευ' διφθόγγου εἰς 'ε' καὶ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.