'υ' ἔϋ. εἶπον δὲ μὴ μελετήσαντα τὸ 'ς' ἔχειν, διὰ τὸ ἰθύς ἰθύ, εὐθύς εὐθύ ὀξυνόμενα· δισύλλαβα διὰ τὸ μεταξύ, μεσσηγύ καὶ τὸ ἀντικρύ, ὅτε χωρὶς τοῦ 'ς'· ὅτε γάρ ἐστι μετὰ τοῦ 'ς', προπαροξύνεται· ὡς καὶ τὸ ἐμβραχύ σημαῖνον τὸ ἁπαξαπλῶς ἢ καθάπαξ. * Τὰ Αἰολικῶς διὰ τοῦ 'υϊ' ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν σχέσιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύϊ παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡς οὐκ ἔστιν τοπικὸν οὔτε Αἰολικόν, σχετλιαστικὸν δέ· τὰ σχετλιαστικὰ οὐ πεφρόντικε τῆς ἀκριβοῦς ἐξετάσεως, ὡς πολλάκις διείληπται. * Τὰ εἰς 'ο' λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν οὐκ ἔστιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰς ὃ δύο μέρη λόγου εἰσίν καὶ τὸ ἀπό πρόθεσίς ἐστιν ἰσοδυναμοῦσα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευσματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖς· ποιητικῶς δὲ κατ´ ἐπέκτασιν τοῦ 'ο' εἰς 'ω' δεύρω. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ »ἦ δεύρω μὲν ἕποντο« (Γ 240), ἐνίοτε καὶ δεῦρυ. Πᾶν ἐπίρρημα εἰς 'ω' λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶς ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴσω, πρόσω καὶ πόρσω καὶ τροπῇ Ἀττικῇ τοῦ 'σ' εἰς 'ρ' ὡς ἄρσην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανής ἀφανῶς ὡς εὐσεβής εὐσεβῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ 'ς' καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαστέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάς, ὃ σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλητικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπισχερώ ὀξύτονον. τὸ δὲ
Pending translation