τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆς 'θεν' συλλαβῆς καὶ ἐκτάσει τοῦ 'ο' εἰς 'ω' Δώριά ἐστιν. Τὰ εἰς 'αν' λήγοντα καὶ μακρὸν ἔχει τὸ 'α' καὶ βαρύνεται, λίαν, ἄγαν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶς πέρην λέγεται »πέρην κλυτοῦ ὠκεανοῖο« Διονύσιος. τὸ πάμπαν καὶ τάλαν συστέλλει τὸ 'α'. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ 'ο', δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περισπωμένας ἔχει. * Σπάνια τὰ εἰς 'εν' λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ 'ε' τὸ 'θ' καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονὸς καὶ εἶεν, ὅ τινες ὀξύνουσιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόσημον τῷ ἀεί. Τὰ εἰς 'δην' πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, σποράδην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ εἰς 'ην' ἐπιρρήματα μὴ προηγουμένου τοῦ 'δ' πρῴην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκοντήν ὀνοματικά· διὸ καὶ συνοξύνονται τοῖς ὀνόμασιν. τὸ δὲ ἠμήν ὁρκικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴς ἀεὶ διὰ τοῦ 'ε' προφέρεται »ἠμέν μοι πρόφρων« (Α 77) »ἠμὲν ἐμοὶ δώσειν« (Ξ 275). τὸ δὲ ἐχρῆν περισπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα. * Τὰ εἰς 'ιν' ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχει τὸ 'ν' οἷον αὖθι αὖθιν, οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοις. πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ
Pending translation