Prosodia Catholica (Herodian)

Passage 1.509
← Index
1.509
No summary yet
καὶ πέρυτις λέγεται Δωρικῶς. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦσι γέγονεν. νυνίν, οὑτωσίν. Τὰ εἰς 'δον' ὀξύνεται, χανδόν, σχεδόν, βοτρυδόν »βοτρυδὸν δὲ πέτονται ἐπ´ ἄνθεσιν εἰαρινοῖσι«. ἔστι δὲ μονῆρες τὸ βοτρυδόν. τὰ γὰρ εἰς 'δον' ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς 'υς' ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ 'υ'· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς 'υς' παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ 'υ', ἀλλὰ τὸ 'η' »πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα«. ἀγεληδόν, σωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομβηδόν, ἰλαδόν, ἐνωπαδόν, στοχανδόν, φανδόν, ἑλκηδόν, παρασταδόν, παρακλιδόν, ῥυδόν »ῥυδὸν ἀφνειοῖο« (o 426), ἀμφαδόν· καὶ ἐν συνθέσει φυλάσσουσι τὸν τόνον οἷον αὐτοσχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέσεως καὶ ὅτι μόνον τοπικὸν τῶν εἰς 'δον'. λήγει δὲ καὶ 'δος', ἔνδος γὰρ λέγεται πολλάκις καὶ εἰς 'δοι' ἔνδοι. τέσσαρσιν οὖν διαφοραῖς διαλλάξαν οὐδὲν θαυμαστὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡς τὰ εἰς 'δον' σπανίως κατ´ ἀρχὴν λέξεως συντίθενται, ὡς ἔχει τὸ ἐνδόμυχος, ἐνδόπυρος, ἔνδορχις. Τὰ εἰς 'ον' ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ 'ο' 'δ' ἀλλ´ ἢ ἕτερον σύμφωνον ἢ τὸ 'ι' βαρύνεται, σήμερον, αὔριον, πόρσιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄσσον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. * Εἰς 'υν' λῆγον οὐδέν ἐστιν, εἰ μὴ τὸ βίσχυν βαρύτονον μόνον ὄν. Τὰ εἰς 'ων' πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιών, ἐξαριστερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.