Prosodia Catholica (Herodian)

Passage 1.510
← Index
1.510
No summary yet
* Οὐδὲν εἰς 'ουν' ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς εἴλω τασαίμην· ἀλλὰ μισχοῦν καθήμενοι· ἐπεὶ ὀνοματικά ἐστι. Τὰ εἰς 'ξ' λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει πλὴν τῶν ἀπὸ προθέσεως· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέσεως ὂν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ συντασσόμενον ἔχει τι παράσημον, ὡς καὶ παρὰ δύο προθέσεις ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ συντάξει μεταλαμβάνει τὸν ἴδιον τόνον ἁπαξἅπαντες, ἁπαξἁπλῶς κεκοιμισμένου τοῦ τόνου.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.